Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.167 Joseph. BJ 5.175 (English) >>Joseph. BJ 5.182

5.172

Τηλικοῦτοι δʼ ὄντες οἱ τρεῖς τὸ μέγεθος πολὺ μείζονες ἐφαίνοντο διὰ τὸν τόπον· 5.173αὐτό τε γὰρ τὸ ἀρχαῖον τεῖχος, ἐν ἦσαν, ἐφʼ ὑψηλῷ λόφῳ δεδόμητο, καὶ τοῦ λόφου καθάπερ κορυφή τις ὑψηλοτέρα προανεῖχεν εἰς τριάκοντα πήχεις, ὑπὲρ ἣν οἱ πύργοι κείμενοι πολὺ δή τι τοῦ μετεώρου προσελάμβανον. 5.174θαυμάσιον δὲ καὶ τῶν λίθων ἦν τὸ μέγεθος· οὐ γὰρ ἐξ εἰκαίας χερμάδος οὐδὲ φορητῶν ἀνθρώποις πετρῶν συνειστήκεσαν, λευκὴ δὲ μάρμαρος

-- --

ἐτμήθη· 5.175καὶ τὸ μὲν μῆκος ἑκάστης πηχῶν ἦν εἴκοσι, δέκα δὲ εὖρος καὶ βάθος πέντε, συνήνωντο δʼ ἐπʼ ἀλλήλοις ὡς δοκεῖν ἕκαστον πύργον μίαν εἶναι πέτραν ἀναπεφυκυῖαν, ἔπειτα δὲ περιεξέσθαι χερσὶ τεχνιτῶν εἰς σχῆμα καὶ γωνίας· οὕτως οὐδαμόθεν συνάφεια τῆς ἁρμονίας διεφαίνετο. 5.176κειμένοις δὲ πρὸς ἄρκτον αὐτοῖς ἔνδοθεν τοῦ βασιλέως αὐλὴ προσέζευκτο, παντὸς λόγου κρείσσων· 5.177οὔτε γὰρ πολυτελείας οὔτε κατασκευῆς τινος ἔλειπεν ὑπερβολήν, ἀλλὰ τετείχιστο μὲν ἅπασα τριάκοντα πήχεις τὸ ὕψος κύκλῳ κατʼ ἴσον διάστημα, κεκοσμημένοις δὲ πύργοις διείληπτο ἀνδρῶσί τε μεγίστοις καὶ εἰς ξενῶνας ἑκατοντακλίνους· 5.178ἐν οἷς ἀδιήγητος μὲν ποικιλία τῶν λίθων ἦν, συνῆκτο γὰρ πολὺς πανταχοῦ σπάνιος, θαυμασταὶ δὲ ὀροφαὶ μήκει τε δοκῶν καὶ λαμπρότητι προκοσμημάτων,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.167 Joseph. BJ 5.175 (English) >>Joseph. BJ 5.182

Powered by PhiloLogic